Psalms 144

1
LXX: Psa.143:1
Τῷ Δαυιδ, πρὸς τὸν Γολιαδ. Εὐλογητὸς κύριος θεός μου διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον·
2
LXX: Psa.143:2
ἔλεός μου, καὶ καταφυγή μου, ἀντιλήμπτωρ μου, καὶ ῥύστης μου ὑπερασπιστής μου καὶ ἐπ' αὐτῷ ἤλπισα, ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ.
3
LXX: Psa.143:3
κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;
4
LXX: Psa.143:4
ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.
5
LXX: Psa.143:5
κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται·
6
LXX: Psa.143:6
ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς.
7
LXX: Psa.143:7
ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
8
LXX: Psa.143:8
ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα, καὶ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
9
LXX: Psa.143:9
θεός, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι
10
LXX: Psa.143:10
τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν, τῷ λυτρουμένῳ Δαυιδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρας
11
LXX: Psa.143:11
ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησεν ματαιότητα καὶ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
12
LXX: Psa.143:12
ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἡδρυμμένα ἐν τῇ νεότητι αὐτῶν, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ,
13
LXX: Psa.143:13
τὰ ταμίεια αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο, τὰ πρόβατα αὐτῶν πολυτόκα πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν,
14
LXX: Psa.143:14
οἱ βόες αὐτῶν παχεῖς, οὐκ ἔστιν κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν,
15
LXX: Psa.143:15
ἐμακάρισαν τὸν λαόν, ταῦτά ἐστιν· μακάριος λαός, οὗ κύριος θεὸς αὐτοῦ.
Copyright information for LXX